Heron Alexandrinus, Mechanicorum Fragmenta, 1899
page |< < of 23 > >|
1
ὑπεθέμεθα, πενταπλῆν [2εἶναι]2.
ταῦτα γὰρ ἀπεδείχθη
ἐν ταῖς τῶν ε# δυνάμεων ἀποδείξεσιν.
ἀλλ' [2οὐκ]2
ἔχομέν τι τὴν δύναμιν ταλάντων διακοσίων, ἀλλὰ
πέντε.
γεγονέτω ὁ ἕτερος ἄξων διακείμενος [2παράλ­
ληλοσ]2 τῷ ΕΖ ὁ ΚΛ ἔχων συμφυὲς τύμπανον ὠδοντω­
μένον τὸ ΜΝ.
ὀδοντῶδες δὲ καὶ τὸ ΗΘ τύμπανον,
ὥστε [2τοὺς ὀδόντας αὐτοῦ]2 ἐναρμόζειν τοῖς ὀδοῦσι
τοῦ ΜΝ τυμπάνου.
τῷ δὲ αὐτῷ ἄξονι τῷ ΚΛ συμ­
φυὲς [2ἔστω]2 τύμπανον τὸ ΞΟ ἔχον ὁμοίως τὴν διά­
μετρον πενταπλασίονα τῆς τοῦ ΜΝ τυμπάνου δια­
μέτρου.
διὰ δὴ τοῦτο δεήσει τὸν βουλόμενον κινεῖν
διὰ τοῦ ΞΟ τυμπάνου τὸ βάρος ἔχειν δύναμιν τα­
λάντων μ#, ἐπειδήπερ τῶν σ# ταλάντων τὸ πέμπτον
ἐστὶ τάλαντα μ#.
πάλιν οὖν παρακείσθω τύμπανον
ὀδοντωθὲν ἕτερον [2τῷ ΞΟ]2 τυμπάνῳ ὠδοντωμένῳ τὸ

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index