Heron Alexandrinus, Pneumatica, 1899

List of thumbnails

< >
151
151
152
152
153
153
154
154
155
155
156
156
157
157
158
158
159
159
160
160
< >
page |< < of 167 > >|
1
ἀπολαμβάνεταί τις χώρα μικρὰ δυσὶ διαφράγμασιν
ὀρθίοις, ὡς πάντοθεν εἶναι στεγνήν, ἐξ ἧς παρὰ τὸν
πυθμένα σωλὴν συντέτρηται εἷς ὢν τῶν ὑποκειμένων
τοῖς ἄνθραξιν, οὗ τὸ ἕτερον μέρος ἀποπεφράχθω,
ὥστε μὴ εἰσιέναι εἰς αὐτὸν ὕδωρ ἐκ τοῦ μιλιαρίου.
οἱ δὲ λοιποὶ σωλῆνες εἰς τὴν λοιπὴν χώραν, ἐν ᾗ τὸ
ὕδωρ, φέρουσιν, ὥστε καιομένους τοὺς ἄνθρακας διὰ
μὲν τοῦ ἑνὸς σωλῆνος τοῦ εἰς τὴν μικρὰν ἔχοντος
φέρειν χώραν ἀτμὸν ἐγγεν[2ν]2ᾶν.
οὗτος δὲ διά τινος
σωλῆνος συντετρημένου τῷ ἐπιφράγματι τοῦ μιλιαρίου
φέρεται διὰ τοῦ στόματος τοῦ ζῳδαρίου εἰς τοὺς
ἄνθρακας· ἐπινένευκε γὰρ τὸ ζῴδιον, ὥστε κάτω
φυσᾶν.
ἀεὶ οὖν ἀτμοῦ ἐγγεν[2ν]2ωμένου ἀεὶ καὶ φυσᾷ.
ἐὰν δὲ καὶ μικρὸν
ὑδάτιον ἐγχέωμεν εἰς τὴν μικρὰν χώραν, πλέονα τὸν
ἀτμὸν γεννήσομεν, ὥστε ὑπὲρ μέτρον φυσῶν τὸ ζῴδιον
πλεῖον ἐκθερμαίνειν τὸ μιλιάριον, καθάπερ ὁρῶμεν
ἐπὶ τῶν καιομένων λεβήτων ἀναφερόμενον καπνὸν ἐκ
τοῦ ὕδατος.
ἔσται δὲ ἀφαιρετὸν τὸ ζῳδάριον διά
τινος σμηρισματίου πρὸς τὸ ἐγχύνεσθαι τὸ μικρὸν
ὑγρόν.
ἅμα δὲ καὶ ἐὰν μὴ βουλώμεθα τὸ ζῴδιον
φυσᾶν εἰς τοὺς ἄνθρακας, ἀποστρέφομεν αὐτὸ διὰ
τοῦ σμηρίσματος εἰς τὸ ἔξω μέρος.
ἔστω δὲ καὶ
κρατηρίδιον ἐπικείμενον τῷ ἐπιφράγματι, ἐξ οὗ σωλὴν
φερέτω παρὰ τὸν πυθμένα τοῦ μιλιαρίου, ὥστε δι'

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index