1
εἰς τὸν τῶν ἀνθράκων τόπον, ἀλλ' ἐκτός. πρὸς δὲ
τὸ βάλλειν ἡμᾶς ὕδωρ εἰς τὴν ΗΖΕΘ χώραν ἔσται
ἡμῖν χρήσιμον αὐτὸ τὸ σωληνάριον τὸ συνεσμηρισμένον·
ἀρθέντος γὰρ τοῦ ζῳδίου ἐκ τοῦ σωλῆνος, ᾧ ἐπίκειται,
ἐγχέομεν δι' αὐτοῦ τὸ ὑδάτιον· πλείων γὰρ ἀτμὸς
διαδοθήσεται εἰς τὸ ζῳδάριον. ἐπικείσθω δὴ τῷ ΘΓ
ἐπιφράγματι κρατὴρ ὁ ΡΣ συντετρημένος αὐτῷ καὶ
ἔχων πρὸς τὸ ἄκρον σωλῆνα διήκοντα μέχρι τοῦ πυθ
μένος τοῦ μιλιαρίου, ἀπέχοντα δὲ ἀπὸ τοῦ πυθμένος
ὅσον ὕδατι διάρρυσιν. ὅταν οὖν βουλώμεθα προέσθαι
θερμόν, ἐμβαλοῦμεν διὰ τοῦ ΡΣ ψυχρόν. τὸ δὲ
διελεύσεται διὰ τοῦ σωλῆνος τοῦ συντετρημένου εἰς
τὴν χώραν τοῦ θερμοῦ· καὶ ὑπεραναβὰν τὸ θερμὸν
ἐκρεύσει διὰ τοῦ περὶ τὸν τράχηλον κρουνοῦ· οὐδέπω
γὰρ τὸ εἰσκριθὲν ψυχρὸν διὰ τοῦ σωλῆνος συνεμίγη
τῷ ὑποκειμένῳ θερμῷ. καὶ τοῦτο ἀεὶ ποιοῦντες ἕξομεν
θερμὸν ἀντὶ [2τοῦ]2 ἐπιβαλλομένου ψυχροῦ. ὑπὲρ δὲ