Pappus Alexandrinus, Mathematical Collection, Book 8, 1876

Table of figures

< >
< >
page |< < of 58 > >|
1122μὴ ἐμπλεκόμενα πρὸς ἄλληλα δυσπειθῆ γίνεσθαι. δι' ἣν
δ' αἰτίαν πλειόνων τῶν κώλων γινομένων εὐκοπία παρα-
19[Figure 19]κολουθεῖ, δείξομεν, καὶ δι' ἣν αἰτίαν
ἡ ἑτέρα ἀρχὴ ἐκ τοῦ μένοντος ἐξάπτεται
χωρίου.
Ἡ δὲ ἑξῆς δύναμις ἡ διὰ τοῦ σφη-
νὸς καὶ αὐτὴ μεγάλας χρείας παρεχο-
μένη πρός τε τὰς μυρεψικὰς πιέσεις καὶ
τὰς διὰ τῆς τεκτονικῆς ὑπεραγούσας κολ-
λήσεις, τὸ δὲ πάντων μέγιστον, ὅταν
τοὺς ἐκ τῶν λατομιῶν λίθους ἀποσπᾶν
δέῃ τῆς κατὰ τὸ κάτω μέρος συνεχείας,
οὐδεμία τῶν ἄλλων δυνάμεων ἐνεργεῖν
δύναται, οὐδ' ἂν ἅμα πᾶσαι συζευ-
χθῶσιν, μόνος δὲ ὁ σφὴν ἐνεργεῖ διὰ τῆς
τυχούσης, καὶ ἄνεσις μὲν οὐδ' ἡτισοῦν
γίνεται κατὰ τὰ διαλήμματα τῶν ἐργα-
ζομένων, καρτερὰ δὲ ἡ ἐπίτασις.
τοῦτο
δὲ φανερὸν ἐκ τοῦ καὶ μὴ πλησσομένου
τοῦ σφηνὸς ἐνίοτε ψόφους καὶ ῥήγματα
γίνεσθαι διὰ τῆς τοῦ σφηνὸς ἐνεργείας.
ὅσῳ δ' ἂν ἡ τοῦ σφηνὸς γωνία ἐλάσσων
γίνηται, τοσούτῳ εὐχερέστερον ἐνεργεῖ,
τουτέστιν δι' ἐλάσσονος πληγῆς, ὡς δεί-
ξομεν.
Τὰ μὲν οὖν προειρημένα ὄργανα
φανερὰς καὶ αὐτοτελεῖς ἔχει τὰς κατα-
σκευὰς πολλαχοῦ ἐν ταῖς χρείαις φαινο-
μένας, ὁ δὲ κοχλίας ἔχει τι περίεργον
περί τε τὴν κατασκευὴν καὶ τὴν χρῆσιν.
ὁτὲ μὲν [οὖν] γὰρ αὐ-
τὸς καθ' αὑτὸν μόνος ἐνεργεῖ, ὁτὲ δὲ καὶ προσλαμβάνων ἔτι

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index