Aristotle, Problemata Mechanika, 1831

Table of figures

< >
[Figure 21]
[Figure 22]
[Figure 23]
[Figure 24]
[Figure 25]
[Figure 26]
[Figure 27]
[Figure 28]
[Figure 29]
< >
page |< < of 24 > >|

Διὰ
τί χαλεπώτερον τὰ μακρὰ ξύλα ἀπ' ἄκρου
φέρειν
ἐπὶ τῷ ὤμῳ κατὰ τὸ μέσον, ἴσου τοῦ βάρους ὄντος;

πότερον
ὅτι σαλευομένου τοῦ ξύλου τὸ ἄκρον κωλύει φέρειν,
μᾶλλον
ἀντισπῶν τῇ σαλεύσει τὴν φοράν; κἂν
μηθὲν
κάμπτηται μηδ' ἔχῃ πολὺ μῆκος, ὅμως χαλεπώτερον
φέρειν
ἀπ' ἄκρου; ἀλλ' ὅτι καὶ ῥᾷον αἴρεται ἀπ'
ἄκρου
ἐκ μέσου, διὰ τὸ αὐτὸ καὶ φέρειν οὕτω ῥᾴδιον.

αἴτιον
δὲ ὅτι ἐκ μέσου μὲν αἰρόμενον ἀεὶ ἐπικουφίζει ἄλληλα
τὰ
ἄκρα, καὶ θάτερον μέρος τὸ ἐπὶ θάτερον εὖ αἴρει.
ὥσπερ
γὰρ κέντρον γίνεται τὸ μέσον, ἔχει τὸ αἶρον
φέρον
.
εἰς τὸ ἄνω οὖν κουφίζεται ἑκάτερον τῶν ἄκρων εἰς
τὸ
κάτω ῥέπον. ἀπὸ δὲ τοῦ ἄκρου αἰρόμενον φερόμενον οὐ
ποιεῖ
τοῦτο, ἀλλ' ἅπαν τὸ βάρος ῥέπει ἐφ' ἓν μέσον, εἰς
ὅπερ
αἴρεται φέρεται.
ἔστω μέσον ἐφ' οὗ Α, ἄκρα ΒΓ.
αἰρομένου
οὖν φερομένου κατὰ τὸ Α, τὸ μὲν Β κάτω
ῥέπον
ἄνω αἴρει τὸ Γ, τὸ δὲ Γ κάτω ῥέπον τὸ Β ἄνω αἴρει·
ἅμα
δὲ αἰρόμενα ἄνω ποιεῖ ταῦτα.
24[Figure 24]

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index