Aristotle, Problemata Mechanika, 1831

Table of figures

< >
[Figure 11]
[Figure 12]
[Figure 13]
[Figure 14]
[Figure 15]
[Figure 16]
[Figure 17]
[Figure 18]
[Figure 19]
[Figure 20]
[Figure 21]
[Figure 22]
[Figure 23]
[Figure 24]
[Figure 25]
[Figure 26]
[Figure 27]
[Figure 28]
[Figure 29]
< >
page |< < of 24 > >|
856a
τὴν τοῦ κινοῦντος.
εἴη δὴ κύκλος μὲν μείζων τὸ Α, δὲ
ἐλάττων
ἐφ' Β. εἰ ὠθοίη δ' ἐλάττων τὸν μείζω, μὴ
κυλιομένου
αὐτοῦ, φανερὸν ὅτι τοσοῦτον δίεισι τῆς εὐθείας
μείζων, ὅσον ἐώσθη ὑπὸ τοῦ ἐλάττονος. τοσοῦτον δέ γε
ἐώσθη
ὅσον μικρὸς ἐκινήθη. ἴσην ἄρα τῆς εὐθείας διεληλύθασιν.

ἀνάγκη
τοίνυν καὶ εἰ κυλιόμενος ἐλάττων τὸν
μείζω
ὠθοίη, κυλισθῆναι μὲν ἅμα τῇ ὤσει, τοσοῦτον δ' ὅσον
ἐλάττων ἐκυλίσθη, εἰ μηθὲν αὐτὸς τῇ αὐτῇ κινήσει κινεῖται.

ὡς
γὰρ καὶ ὅσον ἐκίνει, τοσοῦτον κεκινῆσθαι ἀνάγκη
τὸ
κινούμενον ὑπ' ἐκείνου. ἀλλὰ μὴν τε κύκλος τοσοῦτον
ἐκίνησε
τὸ αὐτό, κύκλῳ τε καὶ ποδιαίαν [1ἔστω γὰρ τοσοῦτον
ἐκινήθη]1, καὶ μέγας ἄρα τοσοῦτον ἐκινήθη.
ὁμοίως
δὲ
κἂν μέγας τὸν μικρὸν κινήσῃ, ἔσται κεκινημένος μικρὸς
ὡς
καὶ μείζων.
καθ' αὑτὸν μὲν δὴ κινηθεὶς ὁποτεροσοῦν,
ἐάν
τε ταχὺ ἐάν τε βραδέως· τῷ αὐτῷ δὲ τάχει
εὐθὺς
ὅσην μείζων πέφυκεν ἐξελιχθῆναι γραμμήν. ὅπερ
καὶ
ποιεῖ τὴν ἀπορίαν, ὅτι οὐκέτι ὁμοίως ποιοῦσιν ὅταν συναρμοσθῶσιν.
τὸ
δ' ἔστιν, εἰ ἕτερος ὑπὸ τοῦ ἑτέρου κινεῖται
οὐχ
ἣν πέφυκεν, οὐδὲ τὴν αὑτοῦ κίνησιν.
οὐθὲν γὰρ
διαφέρει
περιθεῖναι καὶ ἐναρμόσαι προσθεῖναι ὁποτερονοῦν
ὁποτέρῳ·
ὁμοίως γάρ, ὅταν μὲν κινῇ δὲ κινῆται ὑπὸ
τούτου
, ὅσον ἂν κινῇ ἅτερος, τοσοῦτον κινηθήσεται ἅτερος.

ὅταν
μὲν οὖν προσκείμενον κινῇ προσκρεμάμενον, οὐκ ἀεὶ
κυλίει
τις· ὅταν δὲ περὶ τὸ αὐτὸ κέντρον τεθῶσιν, ἀνάγκη
κυλίεσθαι
ἀεὶ τὸν ἕτερον ὑπὸ τοῦ ἑτέρου.
ἀλλ' οὐθὲν ἧττον
οὐ
τὴν αὑτοῦ κίνησιν ἅτερος κινεῖται, ἀλλ' ὥσπερ ἂν εἰ μηδεμίαν
εἶχε
κίνησιν. κἂν ἔχῃ, μὴ χρῆται δ' αὐτῇ, ταὐτὸ
συμβαίνει
.
ὅταν μὲν οὖν μέγας κινῇ ἐνδεδεμένον τὸν μικρόν,
μικρὸς κινεῖται ὅσηνπερ οὗτος· ὅταν δὲ μικρός,
πάλιν
μέγας ὅσην οὗτος. χωριζόμενος δὲ ἑκάτερος αὑτὸν
κινεῖ
αὐτός.
ὅτι δὲ τοῦ αὐτοῦ κέντρου ὄντος καὶ κινοῦντος
τῷ
αὐτῷ τάχει συμβαίνει ἄνισον διεξιέναι αὐτοὺς γραμμήν,
παραλογίζεται
ἀπορῶν σοφιστικῶς.
τὸ αὐτὸ μὲν
γάρ
ἐστι κέντρον ἀμφοῖν, ἀλλὰ κατὰ συμβεβηκός, ὡς
μουσικὸν
καὶ λευκόν· τὸ γὰρ εἶναι ἑκατέρου κέντρου τῶν
κύκλων
οὐ τῷ αὐτῷ χρῆται.
ὅταν μὲν οὖν κινῶν
μικρός
, ὡς ἐκείνου κέντρον καὶ ἀρχή, ὅταν δὲ μέγας, ὡς
ἐκείνου
.
οὔκουν τὸ αὐτὸ κινεῖ ἁπλῶς, ἀλλ' ἔστιν ὥς.

Text layer

  • Dictionary
  • Places

Text normalization

  • Original
  • Regularized
  • Normalized

Search


  • Exact
  • All forms
  • Fulltext index
  • Morphological index